Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.151 Dem. 23.155 (English) >>Dem. 23.157

23.153χρόνου γὰρ διελθόντος καὶ τοῦ πολέμου πρὸς Κότυν ὄντος ἤδη, πέμπει πρὸς ὑμᾶς ἐπιστολήν (μᾶλλον δʼ οὐχὶ πρὸς ὑμᾶς, ἀλλὰ πρὸς Κηφισόδοτον· οὕτω σφόδρʼ ὑπʼ αὐτοῦ γε οὐδʼ ἂν ἐξαπατηθῆναι τὴν πόλιν ἡγεῖτο, συνειδὼς πεποίηκεν) ἐν Χερρόνησον ὑπέσχετο τῇ πόλει κομιεῖσθαι, πάντα τούτοις τἀναντίʼ ἐγνωκὼς ποιεῖν. δεῖ δʼ ὑμᾶς τὸ πρᾶγμʼ οἷον ἦν τὸ περὶ τὴν ἐπιστολὴν ἀκοῦσαι (καὶ γάρ ἐστι βραχύ) καὶ θεωρῆσαι τὸν τρόπον τἀνθρώπου, ὡς ὑμῖν ἀπʼ ἀρχῆς κέχρηται. 23.154ἐκεῖνος ὡς ἀπόμισθος γίγνεται παρὰ τοῦ Τιμοθέου τότε, ἀπʼ Ἀμφιπόλεως ἀναχωρῶν, διαβὰς εἰς τὴν Ἀσίαν, διὰ τὴν σύλληψιν τὴν Ἀρταβάζῳ συμβᾶσαν τόθʼ ὑπʼ Αὐτοφραδάτου μισθοῖ τὸ στράτευμα καὶ αὑτὸν τοῖς Ἀρταβάζου κηδεσταῖς, λαβὼν δὲ πίστεις καὶ δούς, ὀλιγωρήσας τῶν ὅρκων καὶ παραβὰς αὐτούς, ἀφυλάκτων ὄντων ὡς ἂν πρὸς φίλον τῶν ἐν τῇ χώρᾳ, καταλαμβάνει Σκῆψιν καὶ Κεβρῆνα καὶ Ἴλιον αὐτῶν. 23.155ἐγκρατὴς δὲ τούτων γενόμενος τῶν χωρίων πρᾶγμʼ ἔπαθεν τοιοῦτον οἷον οὐχ ὅτι στρατηγὸς ἂν ἠγνόησέ τις εἶναι φάσκων, ἀλλʼ οὐδʼ τυχὼν ἄνθρωπος. οὐδʼ ὁτιοῦν γὰρ ἔχων χωρίον ἐπὶ θαλάττῃ, οὐδʼ ὅθεν ἂν σιτοπομπίας ηὐπόρησε τοῖς στρατιώταις, οὐδʼ αὖ σῖτον ἔχων ἐν τοῖς χωρίοις, ὑπέμεινʼ ἐν τοῖς τείχεσιν καὶ οὐ διαρπάσας ᾤχετο, ἐπειδή γʼ ἀδικεῖν ἔγνω. ὡς δὲ συλλέξας δύναμιν παρῆν Ἀρτάβαζος, ἀφειμένος παρὰ τοῦ Αὐτοφραδάτου, τῷ μὲν ὑπῆρχʼ ἐπισιτισμὸς ἐκ τῆς ἄνωθεν Φρυγίας καὶ Λυδίας καὶ Παφλαγονίας οἰκείας οὔσης, τῷ δʼ οὐδʼ ὁτιοῦν ἄλλο πλὴν πολιορκία περιειστήκει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.151 Dem. 23.155 (English) >>Dem. 23.157

Powered by PhiloLogic